Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.20 Dem. 40.24 (English) >>Dem. 40.26

40.22ἐὰν γὰρ λέγῃ ὡς μὲν ἐμὴ μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, δὲ τούτων ἐπηνέγκατο, ἐνθυμεῖσθε ὅτι περιφανῶς ψεύδεται. πρῶτον μὲν γὰρ Πάμφιλος πατὴρ τῆς τούτου μητρὸς πέντε τάλαντα τῷ δημοσίῳ ὀφείλων ἐτελεύτησεν, καὶ τοσούτου ἐδέησεν περιγενέσθαι τι τοῖς ἐκείνου παισὶν τῆς οὐσίας ἀπογραφείσης καὶ δημευθείσης, ὥστε οὐδὲ τὸ ὄφλημα πᾶν ὑπὲρ αὐτοῦ ἐκτέτεισται, ἀλλʼ ἔτι καὶ νῦν Πάμφιλος ὀφείλων τῷ δημοσίῳ ἐγγέγραπται. πῶς οὖν οἷόν τε τὸν ἐμὸν πατέρα χρήματα λαβεῖν ἐκ τῆς Παμφίλου οὐσίας, οὐδὲ αὐτὸ τὸ ὄφλημα ἱκανὴ ἐγένετο τῇ πόλει ἐκτεῖσαι; 40.23ἔπειτα, ἄνδρες δικασταί, ἐνθυμεῖσθε ὅτι, εἰ τὰ μάλιστα περιεγένετο τὰ χρήματα ταῦτα, ὥσπερ οὗτοί φασιν, οὐκ ἂν ἐμὸς πατὴρ αὐτὰ ἔλαβεν, ἀλλʼ οἱ τοῦ Παμφίλου υἱεῖς, Βοιωτὸς καὶ Ἡδύλος καὶ Εὐθύδημος, οἳ οὐκ ἂν δήπου ἐπὶ μὲν τῷ τἀλλότρια λαμβάνειν ὅτι ἂν οὖν ἐποίουν, ὡς καὶ ὑμεῖς ἅπαντες ἴστε, τὰ δʼ αὑτῶν τὸν ἐμὸν πατέρα περιεῖδον κομισάμενον. 40.24ὅτι μὲν τοίνυν γε τούτων μήτηρ οὐκ ἐπηνέγκατο προῖκα, ἀλλʼ οὗτοι τοῦτο ψεύδονται, ἱκανῶς ὑμᾶς μεμαθηκέναι νομίζω· ὅτι δὲ ἐμὴ μήτηρ ἐπηνέγκατο, ῥᾳδίως ἐγὼ δείξω. πρῶτον μὲν γὰρ Πολυαράτου θυγάτηρ ἦν, ὃς καὶ ὑφʼ ὑμῶν ἐτιμᾶτο καὶ πολλὴν οὐσίαν ἐκέκτητο· ἔπειτα μεμαρτύρηται ὑμῖν ὡς καὶ ἀδελφὴ αὐτῆς τοσαύτην προῖκα ἐπενεγκαμένη Ἐρυξιμάχῳ συνῴκησεν, τῷ Χαβρίου κηδεστῇ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.20 Dem. 40.24 (English) >>Dem. 40.26

Powered by PhiloLogic